Ancient Greek
21.3
Damianus Scriptor De Opticis, Optica 21.3
Unproofread scanNot analysed yet
β'. ὅτι δὲ τοῦτο τὸ προβαλλόμενον ἀφ' ἡμῶν φῶς ἐστιν, αἱ τ' ἀπολάμπουσαι τῶν ὀμμάτων δηλοῦσι μαρμαρυγαὶ καὶ τὸ τινὰς καὶ νύκτωρ ὁρᾶν οὐδὲν τοῦ ἐξωθεν προσδεομένους φωτός, ὥσπερ οὐδὲ τὰ νυκτίνομα τῶν ζῴων· οἷος ἐκεῖνος ὁ Τιβέριος γέγονεν ὁ Ῥωμαίων βασιλεὺς. τῶν δὲ γε νυκτινύμων ζῴων τὰ ὀμματα καὶ ἐκλάμποντα φαίνεται νύκτωρ δίκην πυρός. ἀλλ' ὅτι μὲν φωτὸς προβολὴ τοῖς ὁρατοῖς ἐπιβάλλομεν, δῆλον μὲν καὶ ἐκ τούτων· ἐτὶ δὲ σαφέστερον ἔσται, ἐπειδὰν τὴν πρὸς τὸν ἥλιον ὁμοιότητα τῆς ἡμετέρας ὄψεως παραστήσωμεν (c. 13 S. 14, 16 ff.) .