Ancient Greek
25.1
Damianus Scriptor De Opticis, Optica 25.1
Unproofread scanNot analysed yet
ὑπάρχουσιν, ἐπείπερ καὶ αἱ τοιαῦται τῶν γωνιῶν τὸ μᾶλλόν τε καὶ ἧττον εἰς ἄπειρον ἐπιδέχονται. ἡ δὲ φύσις τὸ ὡρισμένον πρὸ τοῦ ἀορίστου ἐθέλει ποιεῖν ὡς ἂν ἄμεινον καὶ οὐχ ἧκιστα λογικοῦ ζῴου ἀρμόττον φύσει· ὥστε κατὰ 5 γε τὸ εὐλογον ὀρθογώνιος ἔσται ὁ τῆς ὄψεως κῶνος. τούτῳ δὲ καὶ τὰ φαινόμενα συμφωνεῖ. τοῦ τε γὰρ οὐρανοῦ σφαιροειδοῦς ὄντος τεταρτημόριον ἄμα ὁρῶμεν· καὶ δὴ καὶ τῆς τοῦ ὁρίζοντος περιφερείας τὸ αὐτὸ βλέπομεν μέρος. ἐὰν δὲ γε κύκλον τινὸς ἐντὸς καὶ πρὸς 10 τῇ περιφερείᾳ γενόμενοι θεωρῶμεν αὐτόν, ἡμικύκλιον ἄμα ὅλον ὁρῶμεθα. ταῦτα δὲ οὐκ ἂν ποτε οὕτω συνέβαινεν, εἰγε μὴ ὀρθογώνιος ἦν ὁ τῆς ὄψεως κῶνος. ἀλλὰ πρὸς τὸ τοῦ στοιχε(ω)τοῦ τοῦ λέγοντος· ‘οὐδὲν τῶν ὁρωμένων ἄμα ὅλον ὁρᾶται’ (Euclid. Opt. 1 S. 2,21; 156,2 Heib.) 15 ἡμεῖς ἐναντία λέγειν δοκοῦντες, ὅτι δὴ τεταρτημόριον τοῦ οὐρανοῦ ἄμα ὅλον ὁρᾶται, ταῦτα πρὸς λύσιν ἐπάγομεν, ὡς ὅτε μὲν ὁλοσχερῶς ἐπιβάλλομεν τοῖς ὁρωμένοις, ὅτε δὲ κατὰ τὸ ἐνδεχόμενον ἀκριβές. ὁλοσχερῶς μὲν οὖν ἄμα ὁρᾶσθαί φαμεν πάντα τὰ ὑφ’ ἡμῶν ὁρώμενα, 20 ἀκριβῶς δ’ οὐδ’ ὁτιοῦν. δεῖ γὰρ εἰ μέλλοιμεν ἀκριβῶς τι ὁρᾶν, πάντα αὐτοῦ τὰ μέρη ἐπιπορευθῆναι τὰ μεταξὺ τῶν ἀπὸ τοῦ ὀμματος φερομένων ἀκτίνων παρεμπεσόντα· καὶ ἂ δὴ ἔλαθεν ἡμᾶς ἀναγκαίως κατὰ τὴν πρώτην ἐπιβολήν, ταῦτα τῇ τῶν ὄψεων ἐπιδρομῇ θεασόμεθα.