Ancient Greek
41.2
Damianus Scriptor De Opticis, Optica 41.2
Unproofread scanNot analysed yet
ὅτι οὔτε φυσιολογεῖ ἢ ὀπτικὴ οὔτε ζητεῖ, εἴτε ἀπόρροιαί τινες ἐπὶ τὰ πέρατα τῶν σωμάτων φέρονται ἀπὸ τῶν ὀφθῶν ἀκτίνων ἐκχεομένων, εἴτε ἀπορρέοντα εἴδωλα ἀπὸ 10 τῶν αἰσθητῶν εἰς τῶν ὀφθῶν εἰσδύεται κατὰ στάμην ἐνεχθέντα, εἴτε συνεκτείνεται ἢ συνεχέρεται ὁ μεταξὺ ἀήρ τῷ τῆς ὄψεως αὐγοειδεῖ πνεύματι. μόνον δὲ σκοπεῖ εἰ σώζεται καθ’ ἑκάστην ὑπόθεσιν ἢ ἰθυντένεια τῆς φοράς ἢ τάσεως καὶ τὸ κατὰ τὴν συναγωγὴν εἰς γωνίαν τὴν σύννευσιν 15 γίνεσθαι, ἐπειδὰν μειζόνων ἢ ἐλαττόνων ὄψεως ἢ θεωρία. προηγουμένως τε σκέπτεται ὡς ἀπὸ παντὸς τῆς κόρης ἢ τοῦ ὁρωμένου μέρους ἢ ὄψις ἐγγίνεται, οὐχὶ δὲ ἀπὸ τινος ὡρισμένου σημείου, καὶ ὅτι κατὰ γωνίαν ὅτε μὲν εἴσω νενευκυίαν, ὅτε δὲ ἔξω κορυφουμένην, ὅτε δὲ κατὰ 20 παραλλήλους.