Ancient Greek
45.8
Damianus Scriptor De Opticis, Optica 45.8
Unproofread scanNot analysed yet
τόμενα φαίνεται τὰ ἠνωμέ τὰ ὀρθὰ κεκλασμένα καὶ τ κίονα ἐπεὶ κατεαγὸτα ἐμελλε θεωρήσειν κατὰ μέσον πρὸς ὄψιν στενούμενον, εὐρύτερον κατὰ ταῦτα ποιεῖ· καὶ τὸν μὲν κύκλον ἐστιν ὅτε οὐ κύκλον γράφει, ἀλλ’ ὀξυγωνίου κώνου τομήν, τὸ δὲ τετράγωνον προμηκέστερον καὶ τοὺς πολλοὺς καὶ μεγέθει διαφέροντας κίονας ἐν ἄλλαις ἀναλογίαις κατὰ πλῆθος καὶ μέγεθος. τοιούτος δ’ ἐστὶ λόγος καὶ τῷ κολοσσοποιῷ διδὼν τὴν φανθομένην τοῦ ἀποτελέσματος συμμετρίαν, ἵνα πρὸς τὴν ὄψιν εὐρυθμος εἴη, ἀλλὰ μὴ μάτην ἐργασθείη κατὰ τὴν οὐσίαν σύμμετρος. οὐ γὰρ οἷα ἐστι τὰ ἔργα, τοιαῦτα φαίνεται ἐν πολλῷ ἀναστήματι τιθέμενα.