Ancient Greek
1 to 4
Damigeron, De lapidibus 1-14-4
Not analysed yet
1] Ὁ κισσὸς ὕδατι χαίρει· φυτεύεται δὲ πρὸ καλανδῶν νοεμβρίων καὶ ἀπὸ καλανδῶν μαρτίων. 2] Τὸν δὲ κόρυμβον ὁ κισσὸς εὐπρεπῆ ἕξει, ἐὰν τρία κογχύλια καύσας τις, καὶ κόψας, καταπάσῃ, ἢ στυπτηρίᾳ ῥάνῃ τοὺς κορύμβους. 3] Λευκὸς δὲ ἐκ μέλανος γίνεται, γῆς λευκῆς βραχείσης, καὶ ταῖς ῥίζαις τοῦ 25 κισσοῦ ἐπιχεομένης δι’ ἡμερῶν ὀκτώ. 4] Δαμηγέρων δέ φησιν· εἴ τις κισσοῦ μέλανος κορύμβους τρεῖς εἰς ὀθόνιον καθαρὸν βάλῃ, καὶ δήσας λίνῳ σπληνικῷ περιάψει ἐφ’ ἡμέρας γ′, ἀπαλλάξει τοῦ πάθους τὸν περιαπτόμενον.