Ancient Greek
3 to 4
Damigeron, De lapidibus 3-4
Not analysed yet
3] Ἀναλωθέντος δὲ τοῦ οἴνου, τὴν τρύγα βάλε εἰς κύθραν καινήν, καὶ περιχρίσας ὀπτήσας τε καὶ κόψας καὶ σήσας πάλιν τῷ αὐτῷ τρόπῳ, χρῶ· ἀντὶ γὰρ πάντων ἀρωμάτων τῶν προειρημένων ἡ τοιαύτη τῶν ὀστράκων χρῆσις ἀρκέσει. 4] Τινὲς δὲ οὕτω ποιοῦσι παλαιοφανεῖς τοὺς οἴνους· μελιλώτου γο α′, γλυκυρίζου γο γ′, νάρδου κελτικῆς τὸ ἶσον, ἀλόης ἡπατίτιδος γο β′· κόψαντες καὶ σήσαντες ἐμβάλλουσιν εἰς τὸν οἶνον, καὶ οὕτω χρῶνται.