Ancient Greek
Fragment 7
Damon Mus., Fragmenta 7
Not analysed yet
ARISTIDES QVINTIL. II 14 ὅτι γὰρ δι' ὁμοιότητος οἱ φθόγγοι συνεχοῦς μελωιδίας πλάττουσί τε οὐκ ὂν ἦθος ἔν τε παισὶ καὶ τοῖς ἤδη προβεβηκόσι καὶ ἐνδομυχοῦν ἐξάγουσιν, ἐδήλουν καὶ οἱ περὶ Δάμωνα· ἐν γοῦν ταῖς ὑπ' αὐτοῦ παραδεδομέναις ἁρμονίαις τῶν φερομένων φθόγγων ὁτὲ μὲν τοὺς θήλεις ὁτὲ δὲ τοὺς ἄρρενας ἔστιν εὑρεῖν ἤτοι πλεονάζοντας ἢ ἐπ' ἔλαττον ἢ οὐδ' ὅλως παρειλημμένους, δῆλον ὡς κατὰ τὸ ἦθος ψυχῆς ἑκάστης καὶ ἁρμονίας χρησιμευούσης.