Ancient Greek · ~1 min
Dfhg-Source dfhg4_DAMON
DAMON, Fragmentum 1
Not analysed yet
Φύλαρχος ἐν ἕκτῃ Βυζαντίους, οἰνόφλυγας ὄντας, ἐν τοῖς καπηλείοις οἰκεῖν, ἐκμισθώσαντας τοὺς ἑαυτῶν θαλάμους μετὰ τῶν γυναικῶν τοῖς ξένοις, πολεμίας σάλπιγγος οὐδ ̓ ἐν ὕπνοις ὑπομένοντας ἀκοῦσαι. Διὸ καὶ πολεμουμένων ποτὲ αὐτῶν, καὶ οὐ προσκαρτερούντων τοῖς τείχεσι, Λεωνίδης ὁ στρατηγὸς ἐκέλευσε τὰ καπηλεῖα ἐπὶ τῶν τειχῶν σκηνοπηγεῖν, καὶ μόλις ποτὲ ἐπαύσαντο λιποτακτοῦντες, ὥς φησι Δάμων ἐν τῷ Περὶ Βυζαντίου.