Ancient Greek
2
Damoxenus, Fragmenta 2
Unproofread scanNot analysed yet
ΣΥΝΤΡΟΦΟΙ I Ἐπικούρου δέ με δρᾶς μαθητὴν ὄντα τοῦ σοφοῦ, παρ’ ᾧ ἐν δυ’ ἑτεσὶν καὶ μηνὶν οὐχ ὁλοὺς δέκα τάλαντ’ ἐγὼ σοὶ κατεπύκνωσα τέτταρα. B. τοῦτο δὲ τί ἐστιν; εἰπέ μοι. A. καθήγισα. III μάγειρος ἦν κἀκεῖνος, ὦ γῆ καὶ θεοί. B. ποῖος μάγειρος; A. ἡ φύσις πάσης τέχνης ἀρχέγονόν ἐστ’. B. ἀρχέγονον, ὦλιτήριε; A. οὐκ ἔστιν οὐδὲν τοῦ πονεῖν σοφώτερον, πᾶν εὐχερὲς τε πρᾶγμα τοῦ λόγου τριβὴν ἔχοντι τοῦτον· πολλὰ γὰρ συμβάλλεται. διόπερ μάγειρον ὅταν ἴδῃς ἀγράμματον μὴ Δημόκριτόν τε πάντα διανεγνωκότα, μᾶλλον δὲ κατέχοντα [καταγέλα ὡς κενοῦ] καὶ τὸν Ἐπικούρου κανόνα, μινθώσας ἄφες ὡς ἐκ διατριβῆς. τοῦτο δεῖ γὰρ εἰδέναι, τίν’ ἔχει διαφορὰν πρῶτον, ὦ βέλτιστε σύ, γλαυκίσκος ἐν χειμῶνι καὶ θέρει, πάλιν ποῖος περὶ δύσιν Πλειάδος συνειδέναι ἰχθὺς ὑπὸ τροπὰς τ’ ἐστὶ χρησιμώτατος. αἱ μεταβολαὶ γὰρ αἱ τε κινήσεις κακὸν ἡλίβατόν ἐστ’ ἀνθρώποις ἀλλοιώματα ἐν ταῖς τροφαῖς ποιοῦσι, μανθάνεις; τὸ δὲ ληφθὲν καθ’ ὥραν ἀποδίδωσι τὴν χάριν. τίς παρακολουθεῖ. δ’ αὐτά; τοιγαροῦν στρόφοι καὶ πνευμάτια γινόμενα τὸν κεκλημένον