Ancient Greek
Fragment 5a
Dei(l)ochus Hist., Fragmenta 5a
Not analysed yet
Idem I, 987: Χυτὸς λιμὴν ἐν Κυζίκῳ οὕτω καλούμενος. Ἐπεχείρησαν γὰρ οἱ Πελασγοὶ χῶσαι αὐτὸν, ὥς φησι Δηίλοχος, κατὰ ἔχθος τὸ πρὸς τοὺς Θεσσαλοὺς, ὑφ' ὧν ἐξεβέβληντο. Οὗτος δὲ (sc. Ἀπολλώνιος) ὑπὸ τῶν Γηγενῶν φησι κεχῶσθαι αὐτὸν, ποιητικῶς.