Ancient Greek
Section 16
Demades, Ὑπὲρ τῆς δωδεκαετίας 16
Not analysed yet
καταχωρίσαντες οὖν τὰ συμβάντα διὰ τὰς ἔξωθεν αἰτίας, ψιλῶς ἐπὶ τῶν πραγμάτων γυμνὴν θεωρήσατέ μου τὴν πολιτείαν. μετὰ ταῦτα τοίνυν τῇ πόλει τρίτος ἐπήγετο κίνδυνος πάντων χαλεπώτατος, οὐκέτι πεμφθεὶς ὑπὸ τῆς τύχης, ἀλλʼ ὑπὸ τῶν τότε ῥητόρων ἐπαχθείς.