Ancient Greek
Dfhg-Source dfhg4_DEMETRIUS_CALLATIANUS
DEMETRIUS CALLATIANUS, Fragmenta 1
Not analysed yet
Μετὰ ταῦτα δ ̓ ἔσθ ̓ ὁ Πόντος, οὖ δὴ τὴν θέσιν ὁ Καλλατιανὸς συγγράφων Δημήτριος ἔοικεν ἐπιμελεστάτως πεπυσμένος. Μετ ̓ αὐτὴν πελαγία Ἀχιλλέως ἡ νῆσός ἐστι κειμένη. Ἔχει δὲ πλῆθος χειρόηθες ὀρνέων, θέαν ἱεροπρεπῆ τε τοῖς ἀφικνουμένοις. Οὐ δυνατόν ἐστ ̓ ἤπειρον ἀπὸ ταύτης ἰδεῖν καίπερ ἀπεχούσης στάδια τῆς χώρας ἄπο τετρακόσι ̓, ὡς δὴ συγγράφει Δημήτριος. Εἶτα μετὰ τούτους ἐστὶ Μαιωτῶν γένος Ἰαξαματῶν λεγόμενον, ὡς Δημήτριος [ὁ συγγραφεὺς] εἴρηκεν, ὡς δ ̓ Ἔφορος λέγει, Σαυροματῶν λέγεται ἔθνος.