Ancient Greek · ~1 min
Play Are, lines Fragment tit-1
Demetrius Junior Comic., Fragmentum Fragment tit-1
Not analysed yet
ΑΡΕΟΠΑΓΙΤΗΣ.
Ὅσον ἀπὸ ταύτης τῆς τέχνης εἴργασμ' ἐγώ,
οὐδεὶς ὑποκριτής ἐσθ' ὅλως εἰργασμένος.
καπνιζομένη τυραννὶς αὕτη 'σθ' ἡ τέχνη.
ἀβυρτακοποιὸς παρὰ Σέλευκον ἐγενόμην·
παρ' Ἀγαθοκλεῖ δὲ πρῶτος εἰσήνεγκ' ἐγώ,
τῷ Σικελιώτῃ τὴν τυραννικὴν φακῆν.
τὸ μέγιστον οὐκ εἴρηκα· Λαχάρους τινός,
ὅτ' ἦν ὁ λιμός, ἑστιῶντος τοὺς φίλους,
ἀνάληψιν ἐποίησ' εἰσενέγκας κάππαριν.