Ancient Greek
Column 21
Demetrius Laco, P.Herc. 1055 21
Not analysed yet
ἡ πλήων τε καὶ ἐλάττων μέχρι τούτου παραλλάττει, μέχρι τοῦ τὸ μὲν ἐκ πληόνων συνεστάναι, τὸ δ' ἐξ ἐλαττόνων. καὶ διὰ τοῦτο, τὸ μὲν παχυμερέστερον καὶ κεινεῖν αἴσθησιν δυνάμενον, ἀποτελεῖ· τὸ δὲ λεπτομερέστερον καὶ τὴν μὲν αἴσθησιν οὐκ ἀποτελοῦν, κεινεῖν ταύτην οὐ δύναται.