Ancient Greek
Column 7
Demetrius Laco, P.Herc. 831 7
Not analysed yet
καὶ διαστροφῆι, φόβωι μὲν ἐπὶ δούλων διατροπῆι δὲ ἐπ' ἐλευθέρων, πρὸς δὲ τούτοις ἐπιθυμίαι ποτὲ καὶ περισπασμ ῶι. ὁ μὲγ γὰρ οὖν γενόμενος περὶ πλούτου συλλογὴν καὶ πᾶς εἰς τοῦτο πραγματευόμενος ἀμετεώριστος γείνεται ὀλβίωι τινὶ καταληφθεὶς περισπασμῶι. καὶ τοῦτον μὲν τοῦτο τὸ παράλλαγμα τότ' ἐπέσχεν ἢ ἐκράτησεν, ἔστι δὲ φανερὸν ἐκ τῶν αὐτῶν λόγων διότι τὰς κενὰς ἐπιθυμίας.