Ancient Greek
Book 3
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 3.131
Not analysed yet
Χρῆται δὲ τῷ τοιούτῳ εἴδει καὶ Ξενοφῶν, καὶ αὐτὸς δεινότητας εἰσάγει ἐκ χαρίτων, οἷον ἐπὶ τῆς ἐνόπλου ὀρχηστρίδος, ἐρωτηθεὶς ὑπὸ τοῦ Παφλαγόνος, εἰ καὶ αἱ γυναῖκες αὐτοῖς συνεπολέμουν, ἔφη· αὗται γὰρ καὶ ἔτρεψαν τὸν βασιλέα. διττὴ γὰρ ἐμφαίνεται ἡ δεινότης ἐκ τῆς χάριτος, ἡ μὲν ὅτι οὐ γυναῖκες αὐτοῖς εἵποντο, ἀλλ’ Ἀμαζόνες, ἡ δὲ κατὰ βασιλέως, εἰ οὕτως ἦν ἀσθενής, ὡς ὑπὸ γυναικῶν φυγεῖν.