Ancient Greek
Book 3
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 3.132
Not analysed yet
Τὰ μὲν οὖν εἴδη τῶν χαρίτων τοσάδε καὶ τοιάδε. εἰσὶν δὲ αἱ μὲν ἐν τοῖς πράγμασι χάριτες, οἷον νυμφαῖοι κῆποι, ὑμέναιοι, ἔρωτες, ὅλη ἡ Σαπφοῦς ποίησις. τὰ γὰρ τοιαῦτα, κἂν ὑπὸ Ἱππώνακτος λέγηται, χαρίεντά ἐστι, καὶ αὐτὸ ἱλαρὸν τὸ πρᾶγμα ἐξ ἑαυτοῦ· οὐδεὶς γὰρ ἂν ὑμέναιον ᾅδοι ὀργιζόμενος, οὐδὲ τὸν Ἔρωτα Ἐρινὺν ποιήσειεν τῇ ἑρμηνείᾳ ἢ γίγαντα, οὐδὲ τὸ γελᾶν κλαίειν.