Ancient Greek
Book 3
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 3.133
Not analysed yet
Ὥστε ἡ μέν τις ἐν πράγμασι χάρις ἐστί, τὰ δὲ καὶ ἡ λέξις ποιεῖ ἐπιχαριτώτερα, οἷον ὡς δ’ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών, καλὸν ἀείδῃσιν, ἔαρος νέον ἱσταμένοιο· ἐνταῦθα γὰρ καὶ ἡ ἀηδὼν χάριεν ὀρνίθιον, καὶ τὸ ἔαρ φύσει χάριεν, πολὺ δὲ ἐπικεκόσμηται τῇ ἑρμηνείᾳ, καὶ ἔστι χαριέστερα τῷ τε χλωρηῒς καὶ τῷ Πανδαρέου κούρη εἰπεῖν ἐπὶ ὄρνιθος, ἅπερ τοῦ ποιητοῦ ἴδιά ἐστι.