Ancient Greek
Book 3
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 3.139
Not analysed yet
Δεύτερος δὲ τόπος ἐστὶν ἀπὸ τῆς τάξεως. τὸ γὰρ αὐτὸ πρῶτον μὲν τεθὲν ἢ μέσον ἄχαρι γίνεται· ἐπὶ δὲ τοῦ τέλους χάριεν, οἷον ὡς ὁ Ξενοφῶν φησιν ἐπὶ τοῦ Κύρου, δίδωσι δὲ αὐτῷ καὶ δῶρα, ἵππον καὶ στολὴν καὶ στρεπτόν, καὶ τὴν χώραν μηκέτι ἁρπάζεσθαι. ἐν γὰρ τούτοις τὸ μὲν τελευταῖόν ἐστι τὸ τὴν χάριν ποιοῦν τὸ τὴν χώραν μηκέτι ἁρπάζεσθαι διὰ τὸ ξένον τοῦ δώρου καὶ τὴν ἰδιότητα. αἴτιος δὲ ὁ τόπος τῆς χάριτος. εἰ γοῦν πρῶτον ἐτάχθη, ἀχαριτώτερον ἦν, οἷον ὅτι δίδωσιν αὐτῷ δῶρα, τήν τε χώραν μηκέτι ἁρπάζεσθαι, καὶ ἵππον καὶ στολὴν καὶ στρεπτόν. νῦν δὲ προειπὼν τὰ εἰθισμένα δῶρα, τελευταῖον ἐπήνεγκεν τὸ ξένον καὶ ἄηθες, ἐξ ὧν ἁπάντων συνῆκται ἡ χάρις.