Ancient Greek
Book 3
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 3.140
Not analysed yet
Αἱ δὲ ἀπὸ τῶν σχημάτων χάριτες δῆλαί εἰσιν καὶ πλεῖσται παρὰ Σαπφοῖ, οἷον ἐκ τῆς ἀναδιπλώσεως, ὅπου νύμφη πρὸς τὴν παρθενίαν φησί, παρθενία, παρθενία, ποῖ με λιποῦσα οἴχῃ; ἡ δὲ ἀποκρίνεται πρὸς αὐτὴν τῷ αὐτῷ σχήματι, οὐκέτι ἥξω πρὸς σέ, οὐκέτι ἥξω· πλείων γὰρ χάρις ἐμφαίνεται, ἢ εἴπερ ἅπαξ ἐλέχθη καὶ ἄνευ τοῦ σχήματος. καίτοι ἡ ἀναδίπλωσις πρὸς δεινότητας μᾶλλον δοκεῖ εὑρῆσθαι, ἡ δὲ καὶ τοῖς δεινοτάτοις καταχρῆται ἐπιχαρίτως.