Ancient Greek
Book 3
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 3.151
Not analysed yet
Ἔχουσι δέ τι στωμύλον καὶ ἀλληγορίαι τινές, ὥσπερ τό, Δελφοί, παιδίον ὑμῶν ἁ κύων φέρει. καὶ τὰ Σώφρονος δὲ τὰ ἐπὶ τῶν γερόντων, ἐνθάδε ὦν κἠγὼ παρ’ ὕμμε τοὺς ὁμότριχας ἐξορμίζομαι, πλόον δοκάζων πόντιον· ἀρτέαι γὰρ ἤδη τοῖς ταλικοῖσδε ταὶ ἄγκυραι· ὅσα τε ἐπὶ τῶν γυναικῶν ἀλληγορεῖ, οἷον ἐπ’ ἰχθύων, σωλῆνες, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα. καὶ μιμικώτερα τὰ τοιαῦτά ἐστι καὶ αἰσχρά.