Ancient Greek
3.152 to 3.155
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 3.152-155
Not analysed yet
Ἔστι δέ τις καὶ ἡ παρὰ τὴν προσδοκίαν χάρις, ὡς ἡ τοῦ Κύκλωπος, ὅτι ὕστατον ἔδομαι Οὖτιν. οὐ γὰρ προσεδόκα τοιοῦτο ξένιον οὔτε Ὀδυσσεὺς οὔτε ὁ ἀναγινώσκων. καὶ ὁ Ἀριστοφάνης ἐπὶ τοῦ Σωκράτους, κηρὸν διατήξας, φησίν, εἶτα διαβήτην λαβών, ἐκ τῆς παλαίστρας ἱμάτιον ὑφείλετο. Ἤδη μέντοι ἐκ δύο τόπων ἐνταῦθα ἐγένετο ἡ χάρις. οὐ γὰρ παρὰ προσδοκίαν μόνον ἐπηνέχθη, ἀλλ’ οὐδ’ ἠκολούθει τοῖς προτέροις· ἡ δὲ τοιαύτη ἀνακολουθία καλεῖται γρῖφος, ὥσπερ ὁ παρὰ Σώφρονι ῥητορεύων Βουλίας. οὐδὲν γὰρ ἀκόλουθον αὑτῷ λέγει· καὶ παρὰ Μενάνδρῳ δὲ ὁ πρόλογος τῆς Μεσσηνίας. Πολλάκις δὲ καὶ κῶλα ὅμοια ἐποίησεν χάριν, ὡς ὁ Ἀριστοτέλης, ἐκ μὲν Ἀθηνῶν, φησίν, ἐγὼ εἰς Στάγειρα ἦλθον διὰ τὸν βασιλέα τὸν μέγαν· ἐκ δὲ Σταγείρων εἰς Ἀθήνας διὰ τὸν χειμῶνα τὸν μέγαν. καταλήξας γὰρ ἐν ἀμφοτέροις τοῖς κώλοις εἰς τὸ αὐτὸ ὄνομα ἐποίησεν τὴν χάριν. ἐὰν δ’ οὖν ἀποκόψῃς τοῦ ἑτέρου κώλου τὸ μέγαν, συναφαιρεῖται καὶ ἡ χάρις. Καὶ κατηγορίαι δὲ ἀποκεκρυμμέναι ἐνίοτε ὁμοιοῦνται χάρισιν, ὥσπερ παρὰ Ξενοφῶντι ὁ Ἡρακλείδης ὁ παρὰ τῷ Σεύθει προσιὼν τῶν συνδείπνων ἑκάστῳ, καὶ πείθων δωρεῖσθαι Σεύθει ὅ τι ἔχοι· ταῦτα γὰρ καὶ χάριν τινὰ ἐμφαίνει, καὶ κατηγορίαι εἰσὶν ἀποκεκρυμμέναι.