Ancient Greek
Book 3
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 3.177
Not analysed yet
Τὸ δὲ ὀγκηρὸν ἐν τρισί, πλάτει, μήκει, πλάσματι, οἷον βροντὰ ἀντὶ τοῦ βροντή· καὶ γὰρ τραχύτητα ἐκ τῆς προτέρας συλλαβῆς ἔχει, καὶ ἐκ τῆς δευτέρας μῆκος μὲν διὰ τὴν μακράν, πλατύτητα δὲ διὰ τὸν Δωρισμόν· πλατέα λαλοῦσι γὰρ πάντα οἱ Δωριεῖς. διόπερ οὐδὲ ἐκωμῴδουν δωρίζοντες, ἀλλὰ πικρῶς ἠττίκιζον· ἡ γὰρ Ἀττικὴ γλῶσσα συνεστραμμένον τι ἔχει καὶ δημοτικὸν καὶ ταῖς τοιαύταις εὐτραπελίαις πρέπον.