Ancient Greek
3.178 to 3.183
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 3.178-183
Not analysed yet
Ταῦτα μὲν δὴ παρατεχνολογείσθω ἄλλως. τῶν δὲ εἰρημένων ὀνομάτων τὰ λεῖα μόνα ληπτέον ὡς γλαφυρόν τι ἔχοντα. Γίνεται δὲ καὶ ἐκ συνθέσεως τὸ γλαφυρόν· ἔστι μὲν οὖν οὐ ῥᾴδιον περὶ τοῦ τρόπου τοῦ τοιοῦδε εἰπεῖν· οὐδὲ γὰρ τῶν πρὶν εἴρηταί τινι περὶ γλαφυρᾶς συνθέσεως. κατὰ τὸ δυνατὸν δὲ ὅμως πειρατέον λέγειν. Τάχα γὰρ δὴ ἔσται τις ἡδονὴ καὶ χάρις, ἐὰν ἁρμόζωμεν ἐκ μέτρων τὴν σύνθεσιν ἢ ὅλων ἢ ἡμίσεων· οὐ μὴν ὥστε φαίνεσθαι αὐτὰ μέτρα ἐν τῷ συνειρμῷ τῶν λόγων, ἀλλ’, εἰ διαχωρίζοι τις καθ’ ἓν ἕκαστον καὶ διακρίνοι, τότε δὴ ὑφ’ ἡμῶν αὐτῶν φωρᾶσθαι μέτρα ὄντα. Κἂν μετροειδῆ δὲ ᾖ, τὴν αὐτὴν ποιήσει χάριν· λανθανόντως δέ τοι παραδύεται ἡ ἐκ τῆς τοιαύτης ἡδονῆς χάρις, καὶ πλεῖστον μὲν τὸ τοιοῦτον εἶδός ἐστι παρὰ τοῖς Περιπατητικοῖς καὶ παρὰ Πλάτωνι καὶ παρὰ Ξενοφῶντι καὶ Ἡροδότῳ, τάχα δὲ καὶ παρὰ Δημοσθένει πολλαχοῦ· Θουκυδίδης μέντοι πέφευγε τὸ εἶδος. Παραδείγματα δὲ αὐτοῦ λάβοι τις ἂν τοιάδε, οἷον ὡς ὁ Δικαίαρχος· ἐν Ἐλέᾳ, φησι, τῆς Ἰταλίας πρεσβύτην ἤδη τὴν ἡλικίαν ὄντα. τῶν γὰρ κώλων ἀμφοτέρων αἱ ἀπολήξεις μετροειδές τι ἔχουσιν, ὑπὸ δὲ τοῦ εἱρμοῦ καὶ τῆς συναφείας κλέπτεται μὲν τὸ μετρικόν, ἡδονὴ δ’ οὐκ ὀλίγη ἔπεστι. Πλάτων μέντοι ἐν πολλοῖς αὐτῷ τῷ ῥυθμῷ γλαφυρός ἐστιν ἐκτεταμένῳ πως, καὶ οὔτε ἕδραν ἔχοντι οὔτε μῆκος· τὸ μὲν γὰρ ἰσχνὸν καὶ δεινόν, τὸ δὲ μῆκος μεγαλοπρεπές. ἀλλ’ οἷον ὀλίσθῳ τινὶ ἔοικε τὰ κῶλα, καὶ οὔτ’ ἐμμέτροις παντάπασιν οὔτ’ ἀμέτροις, οἷον ἐν τῷ περὶ μουσικῆς λόγῳ ἐπὰν φῇ νῦν δὴ ἐλέγομεν.