Ancient Greek
Book 3
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 3.184
Not analysed yet
Καὶ πάλιν, μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ᾠδῆς διατελεῖ τὸν βίον ὅλον. καὶ πάλιν, τὸ μὲν πρῶτον, εἴ τι θυμοειδὲς εἶχεν, ὥσπερ σίδηρον ἐμάλαξεν. οὕτως μὲν γὰρ γλαφυρὸν καὶ ᾠδικὸν σαφῶς· εἰ δ’ ἀναστρέψας εἴποις, ἐμάλαξεν ὥσπερ σίδηρον, ἢ διατελεῖ ὅλον τὸν βίον, ἐκχεῖς τοῦ λόγου τὴν χάριν ἐν αὐτῷ τῷ ῥυθμῷ οὖσαν· οὐ γὰρ δὴ ἐν τῇ διανοίᾳ, οὐδ’ ἐν ταῖς λέξεσιν.