Ancient Greek
3.186 to 3.189
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 3.186-189
Not analysed yet
Περὶ μὲν δὴ τοῦ κατὰ σύνθεσιν γλαφυροῦ ἐπιφαινομένου τοσαῦτα, ὡς ἐν δυσκόλοις. εἴρηται δὲ καὶ περὶ τοῦ χαρακτῆρος τοῦ γλαφυροῦ, ἐν ὅσοις καὶ ὅπως γίνεται. καθάπερ δὲ τῷ μεγαλοπρεπεῖ παρέκειτο ὁ ψυχρὸς χαρακτήρ, οὕτως τῷ γλαφυρῷ παράκειταί τις διημαρτημένος. ὀνομάζω δὲ αὐτὸν τῷ κοινῷ ὀνόματι κακόζηλον. γίνοιτο δ’ ἂν καὶ οὗτος ἐν τρισίν, ὥσπερ καὶ οἱ λοιποὶ πάντες. Ἐν διανοίᾳ μέν, ὡς ὁ εἰπὼν Κένταυρος ἑαυτὸν ἱππεύων, καὶ ἐπὶ τοῦ βουλευομένου Ἀλεξάνδρου δρόμον ἀγωνίσασθαι Ὀλυμπιάσιν ἔφη τις οὕτως· Ἀλέξανδρε, δράμε σοῦ τῆς μητρὸς τὸ ὄνομα. Ἐν δὲ ὀνόμασιν γίγνοιτ’ ἂν οὕτως, οἷον ἐγέλα που ῥόδον ἡδύχροον· ἥ τε γὰρ μεταφορὰ ἡ ἐγέλα πάνυ μετάκειται ἀπρεπῶς, καὶ τὸ σύνθετον τὸ ἡδύχροον οὐδ᾽ ἐν ποιήματι θείη ἄν τις ἀκριβῶς σωφρονῶν. ἢ ὥς τις εἶπεν, ὅτι λεπταῖς ὑπεσύριζε πίτυς αὔραις. περὶ μὲν δὴ τὴν λέξιν οὕτως. Σύνθεσις δὲ ἀναπαιστικὴ καὶ μάλιστα ἐοικυῖα τοῖς κεκλασμένοις καὶ ἀσέμνοις μέτροις, οἷα μάλιστα τὰ Σωτάδεια διὰ τὸ μαλακώτερον, σκήλας καύματι κάλυψον, καὶ σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον ἀντὶ τοῦ σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον· ὁποῖα γὰρ μεταμεμορφωμένῳ ἔοικεν ὁ στίχος, ὥσπερ οἱ μυθευόμενοι ἐξ ἀρρένων μεταβάλλειν εἰς θηλείας. τοσάδε μὲν καὶ περὶ κακοζηλίας.