Ancient Greek
4.190 to 4.194
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 4.190-194
Not analysed yet
Ἐπὶ δὲ τοῦ ἰσχνοῦ χαρακτῆρος ἔχοιμεν ἂν καὶ πράγματα ἴσως τινὰ μικρὰ καὶ τῷ χαρακτῆρι πρόσφορα, οἷον τὸ παρὰ Λυσίᾳ, οἰκίδιον ἔστι μοι διπλοῦν, ἴσα ἔχον τὰ ἄνω τοῖς κάτω. τὴν δὲ λέξιν εἶναι πᾶσαν χρὴ κυρίαν καὶ συνήθη· μικρότερον γὰρ τὸ συνηθέστερον πάντων, τὸ δὲ ἀσύνηθες καὶ μετενηνεγμένον μεγαλοπρεπές. Καὶ μηδὲ διπλᾶ ὀνόματα τιθέναι· τοῦ γὰρ ἐναντίου χαρακτῆρος καὶ ταῦτα, μηδὲ μὴν πεποιημένα, μηδ’ ὅσα ἄλλα μεγαλοπρέπειαν ποιεῖ, μάλιστα δὲ σαφῆ χρὴ τὴν λέξιν εἶναι. τὸ δὲ σαφὲς ἐν πλείοσιν. Πρῶτα μὲν ἐν τοῖς κυρίοις, ἔπειτα ἐν τοῖς συνδεδεμένοις. τὸ δὲ ἀσύνδετον καὶ διαλελυμένον ὅλον ἀσαφὲς πᾶν· ἄδηλος γὰρ ἡ ἑκάστου κώλου ἀρχὴ διὰ τὴν λύσιν, ὥσπερ τὰ Ἡρακλείτου· καὶ γὰρ ταῦτα σκοτεινὰ ποιεῖ τὸ πλεῖστον ἡ λύσις. Ἐναγώνιος μὲν οὖν ἴσως μᾶλλον ἡ διαλελυμένη λέξις, ἡ δ’ αὐτὴ καὶ ὑποκριτικὴ καλεῖται· κινεῖ γὰρ ὑπόκρισιν ἡ λύσις. γραφικὴ δὲ λέξις ἡ εὐανάγνωστος. αὕτη δ’ ἐστιν ἡ συνηρτημένη καὶ οἷον ἠσφαλισμένη τοῖς συνδέσμοις. διὰ τοῦτο δὲ καὶ Μένανδρον ὑποκρίνονται λελυμένον ἐν τοῖς πλείστοις, Φιλήμονα δὲ ἀναγινώσκουσιν. Ὅτι δὲ ὑποκριτικὸν ἡ λύσις, παράδειγμα ἐγκείσθω τόδε, ἐδεξάμην, ἔτικτον, ἐκτρέφω, φίλε. οὕτως γὰρ λελυμένον ἀναγκάσει καὶ τὸν μὴ θέλοντα ὑποκρίνεσθαι διὰ τὴν λύσιν· εἰ δὲ συνδήσας εἴποις, ἐδεξάμην καὶ ἔτικτον καὶ ἐκτρέφω, πολλὴν ἀπάθειαν τοῖς συνδέσμοις συνεμβαλεῖς. πάνυ δὲ τὸ ἀπαθὲς ἀνυπόκριτον.