Ancient Greek
Book 4
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 4.198
Not analysed yet
Φεύγειν δὲ καὶ τὰς πλαγιότητας· καὶ γὰρ τοῦτο ἀσαφές, ὥσπερ ἡ Φιλίστου λέξις. συντομώτερον δὲ παράδειγμα πλαγίας λέξεως καὶ διὰ τοῦτο ἀσαφοῦς τὸ παρὰ Ξενοφῶντι, οἷον καὶ ὅτι τριήρεις ἤκουεν περιπλεούσας ἀπ’ Ἰωνίας εἰς Κιλικίαν Τάμον ἔχοντα τὰς Λακεδαιμονίων καὶ αὐτοῦ Κύρου. τοῦτο γὰρ ἐξ εὐθείας μὲν ὧδέ πως λέγοιτο· τριήρεις προσεδοκῶντο εἰς Κιλικίαν πολλαὶ μὲν Λάκαιναι, πολλαὶ δὲ Περσίδες, Κύρῳ ναυπηγηθεῖσαι ἐπ’ αὐτῷ τούτῳ. ἔπλεον δ’ ἀπ’ Ἰωνίας· ναύαρχος δ’ αὐταῖς ἐπεστάτει Τάμος Αἰγύπτιος. μακρότερον μὲν οὕτως ἐγένετο ἴσως, σαφέστερον δέ.