Ancient Greek
4.199 to 4.201
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 4.199-201
Not analysed yet
Καὶ ὅλως τῇ φυσικῇ τάξει τῶν ὀνομάτων χρηστέον, ὡς τὸ Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι εἰς τὸν Ἰόνιον κόλπον· πρῶτον μὲν γὰρ ὠνόμασται τὸ περὶ οὗ, δεύτερον δὲ ὃ τοῦτό ἐστιν, ὅτι πόλις, καὶ τὰ ἄλλα ἐφεξῆς. Γίγνοιτο μὲν οὖν ἂν καὶ τὸ ἔμπαλιν, ὡς τὸ Ἔστι πόλις Ἐφύρη. οὐ γὰρ πάντη ταύτην δοκιμάζομεν τὴν τάξιν, οὐδὲ τὴν ἑτέραν ἀποδοκιμάζομεν, καθὰ ἐκτιθέμεθα μόνον τὸ φυσικὸν εἶδος τῆς τάξεως. Ἐν δὲ τοῖς διηγήμασιν ἤτοι ἀπὸ τῆς ὀρθῆς ἀρκτέον, Ἐπίδαμνός ἐστι πόλις, ἢ ἀπὸ τῆς αἰτιατικῆς, ὡς τὸ λέγεται Ἐπίδαμνον τὴν πόλιν. αἱ δὲ ἄλλαι πτώσεις ἀσάφειάν τινα παρέξουσι καὶ βάσανον τῷ τε λέγοντι αὐτῷ καὶ τῷ ἀκούοντι.