Ancient Greek
Book 4
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 4.202
Not analysed yet
Πειρᾶσθαι δὲ μὴ εἰς μῆκος ἐκτείνειν τὰς περιαγωγάς· ὁ γὰρ Ἀχελῷος ῥέων ἐκ Πίνδου ὄρους ἄνωθεν μὲν παρὰ Στράτον πόλιν ἐπὶ θάλασσαν διέξεισιν· ἀλλ’ αὐτόθεν ἀπολήγειν καὶ ἀναπαύειν τὸν ἀκούοντα οὕτως· ὁ γὰρ Ἀχελῷος ῥεῖ μὲν ἐκ Πίνδου ὄρους, ἔξεισιν δὲ εἰς θάλασσαν· πολὺ γὰρ οὕτως σαφέστερον, ὥσπερ ἂν αἱ πολλὰ σημεῖα ἔχουσαι ὁδοὶ καὶ πολλὰς ἀναπαύλας· ἡγεμόσι γὰρ τὰ σημεῖα ἔοικεν, ἡ δὲ ἀσημείωτος καὶ μονοειδής, κἂν μικρὰ ᾖ, ἄδηλος δοκεῖ.