Ancient Greek
4.234 to 4.236
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 4.234-236
Not analysed yet
Ἐπεὶ δὲ καὶ πόλεσίν ποτε καὶ βασιλεῦσιν γράφομεν, ἔστωσαν τοιαῦται ἐπιστολαὶ μικρὸν ἐξηρμέναι πως. στοχαστέον γὰρ καὶ τοῦ προσώπου ᾧ γράφεται· ἐξηρμένη μέντοι οὐχ ὥστε σύγγραμμα εἶναι ἀντ’ ἐπιστολῆς, ὥσπερ αἱ Ἀριστοτέλους πρὸς Ἀλέξανδρον, καὶ πρὸς τοὺς Δίωνος οἰκείους ἡ Πλάτωνος. Καθόλου δὲ μεμίχθω ἡ ἐπιστολὴ κατὰ τὴν ἑρμηνείαν ἐκ δυοῖν χαρακτήροιν τούτοιν, τοῦ τε χαρίεντος καὶ τοῦ ἰσχνοῦ. καὶ περὶ ἐπιστολῆς μὲν τοσαῦτα, καὶ ἅμα περὶ τοῦ χαρακτῆρος τοῦ ἰσχνοῦ. Παράκειται δὲ καὶ τῷ ἰσχνῷ διημαρτημένος χαρακτήρ, ὁ ξηρὸς καλούμενος. γίνεται δὲ καὶ οὗτος ἐν τρισίν· ἐν διανοίᾳ μέν, ὥσπερ τις ἐπὶ Ξέρξου ἔφη, ὅτι κατέβαινεν ὁ Ξέρξης μετὰ πάντων τῶν ἑαυτοῦ. μάλα γὰρ ἐσμίκρυνεν τὸ πρᾶγμα, ἀντὶ τοῦ μετὰ τῆς Ἀσίας ἁπάσης εἰπεῖν μετὰ πάντων τῶν ἑαυτοῦ φήσας.