Ancient Greek
Book 4
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 4.237
Not analysed yet
Περὶ δὲ τὴν λέξιν γίνεται τὸ ξηρόν, ὅταν πρᾶγμα μέγα σμικροῖς ὀνόμασιν ἀπαγγέλλῃ, οἷον ὡς ὁ Γαδαρεὺς ἐπὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας φησί· καὶ τοῦ Φαλάριδος τοῦ τυράννου ἔφη τις, ἄττα γὰρ ὁ Φάλαρις ἠνώχλει τοῖς Ἀκραγαντίνοις. ναυμαχίαν γὰρ τοσαύτην καὶ τυράννων ὠμότητα οὐχὶ τῷ ἄττα ὀνόματι οὐδὲ τῷ ἠνώχλει ἐχρῆν λέγειν, ἀλλ’ ἐν μεγάλοις καὶ πρέπουσιν τῷ ὑποκειμένῳ πράγματι.