Ancient Greek
Book 5
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.240
Not analysed yet
Καὶ τὰ περὶ τῆς δεινότητος δὲ δῆλα ἂν εἴη λοιπὸν ἐκ τῶν προειρημένων, ὅτι καὶ αὐτὴ γένοιτ’ ἂν ἐν τρισίν, ἐν οἷσπερ οἱ πρὸ αὐτῆς χαρακτῆρες· καὶ γὰρ πράγματά τινα ἐξ ἑαυτῶν ἐστι δεινά, ὥστε τοὺς λέγοντας αὐτὰ δεινοὺς δοκεῖν, κἂν μὴ δεινῶς λέγωσιν, καθάπερ ὁ Θεόπομπος τὰς ἐν τῷ Πειραιεῖ αὐλητρίας καὶ τὰ πορνεῖα καὶ τοὺς αὐλοῦντας καὶ ᾅδοντας καὶ ὀρχουμένους, ταῦτα πάντα δεινὰ ὀνόματα ὄντα καίτοι ἀσθενῶς εἰπὼν δεινὸς δοκεῖ.