Ancient Greek
Book 4
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 4.239
Not analysed yet
Πολλάκις μέντοι τὸ μὲν διανόημα αὐτὸ ψυχρόν τί ἐστι, καὶ ὡς νῦν ὀνομάζομεν κακόζηλον, ἡ σύνθεσις δ’ ἀποκεκομμένη καὶ κλέπτουσα τοῦ διανοήματος τὴν ἄδειαν, ὥσπερ ἐπὶ τοῦ νεκρᾷ τῇ γυναικὶ μιχθέντος ἔφη τις, ὅτι οὐ μίγνυται αὖ τῇ ἀνθρώπῳ· τὸ μὲν γὰρ διανόημα καὶ τυφλῷ δῆλόν φασιν, ἡ σύνθεσις δὲ συσταλεῖσα κλέπτει μέν πως τὴν ἄδειαν τοῦ πράγματος, ποιεῖ δὲ τὴν νῦν ὄνομα ἔχουσαν ξηροκακοζηλίαν συγκειμένην ἐκ δυοῖν κακῶν, ἐκ μὲν τῆς κακοζηλίας διὰ τὸ πρᾶγμα, ἐκ δὲ τοῦ ξηροῦ διὰ τὴν σύνθεσιν.