Ancient Greek
Book 5
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.248
Not analysed yet
Πολλὰ μέντοι ὑπ’ αὐτῶν τῶν πραγμάτων ὥσπερ ἀναγκασθησόμεθα συνθεῖναι στρογγύλως καὶ δεινῶς, οἷον τὸ Δημοσθενικὸν τὸ τοιοῦτον, ὥσπερ γὰρ εἴ τις ἐκείνων ἑάλω, σὺ τάδ’ οὐκ ἂν ἔγραψας· οὕτως ἂν σὺ νῦν ἁλῷς, ἄλλος οὐ γράψει· αὐτὸ γὰρ τὸ πρᾶγμα καὶ ἡ τάξις αὐτοῦ συμπεφυκυῖαν σαφῶς ἔσχεν τὴν σύνθεσιν, καὶ οὐδὲ βιασάμενος ἄν τις ῥᾳδίως ἑτέρως συνέθηκεν αὐτό. ἐν γὰρ πολλοῖς πράγμασι συντίθεμεν, ὥσπερ οἱ τὰς καταβάσεις τρέχοντες, ὑπ’ αὐτῶν ἑλκόμενοι τῶν πραγμάτων.