Ancient Greek
5.249 to 5.256
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.249-256
Not analysed yet
Ποιητικὸν δὲ δεινότητός ἐστι καὶ τὸ ἐπὶ τέλει τιθέναι τὸ δεινότατον· περιλαμβανόμενον γὰρ ἐν μέσῳ ἀμβλύνεται, καθάπερ τὸ Ἀντισθένους, σχεδὸν γὰρ ὀδυνήσει ἄνθρωπος ἐκ φρυγάνων ἀναστάς· εἰ γὰρ μετασυνθείη τις οὕτως αὐτό, σχεδὸν γὰρ ἐκ φρυγάνων ἀναστὰς ἄνθρωπος ὀδυνήσει, καίτοι ταὐτὸν εἰπὼν οὐ ταὐτὸν ἔτι νομισθήσεται λέγειν. Ἡ δὲ ἀντίθεσις, ἣν ἐπὶ τοῦ Θεοπόμπου ἔφην, οὐδὲ ἐν τοῖς Δημοσθενικοῖς ἥρμοσεν, ἔνθα φησίν, ἐτέλεις, ἐγὼ δὲ ἐτελούμην· ἐδίδασκες, ἐγὼ δὲ ἐφοίτων· ἐτριταγωνίστεις, ἐγὼ δὲ ἐθεώμην· ἐξέπιπτες, ἐγὼ δὲ ἐσύριττον· κακοτεχνοῦντι γὰρ ἔοικεν διὰ τὴν ἀνταπόδοσιν, μᾶλλον δὲ παίζοντι, οὐκ ἀγανακτοῦντι. Πρέπει δὲ τῇ δεινότητι καὶ τῶν περιόδων ἡ πυκνότης, καίτοι ἐν τοῖς λοιποῖς χαρακτῆρσιν οὐκ ἐπιτηδεία οὖσα· συνεχῶς γὰρ τιθεμένη μέτρῳ εἰκασθήσεται λεγομένῳ ἐφεξῆς, καὶ τοῦτο δεινῷ μέτρῳ, ὥσπερ οἱ χωλίαμβοι. Ἅμα μέντοι πυκναὶ ἔστωσαν καὶ σύντομοι, λέγω δὲ δίκωλοί τινες, ἐπεί τοι πολύκωλοί γε οὖσαι κάλλος μᾶλλον παρέξουσιν, οὐ δεινότητα. Οὕτω δ’ ἡ συντομία τῷ χαρακτῆρι χρήσιμον, ὥστε καὶ ἀποσιωπῆσαι πολλαχοῦ δεινότερον, καθάπερ ὁ Δημοσθένης· ἀλλ’ ἐγὼ μέν, οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν, οὗτος δὲ ἐκ περιουσίας κατηγορεῖ. σχεδὸν ὁ σιωπήσας ἐνταῦθα δεινότερος παντὸς τοῦ εἰπόντος ἄν. Καὶ νὴ τοὺς θεοὺς σχεδὸν καὶ ἡ ἀσάφεια πολλαχοῦ δεινότης ἐστί· δεινότερον γὰρ τὸ ὑπονοούμενον, τὸ δ’ ἐξαπλωθὲν καταφρονεῖται. Ἔστι δ’ ὅπη κακοφωνία δεινότητα ποιεῖ, καὶ μάλιστα, ἐὰν τὸ ὑποκείμενον πρᾶγμα δέῃ τοιαύτης, ὥσπερ τὸ Ὁμηρικόν, τὸ Τρῶες δ’ ἐρρίγησαν, ὅπως ἴδον αἰόλον ὄφιν· ἦν μὲν γὰρ καὶ εὐφωνοτέρως εἰπόντα σῶσαι τὸ μέτρον, Τρῶες δ’ ἐρρίγησαν, ὅπως ὄφιν αἰόλον εἶδον· ἀλλ’ οὔτ’ ἂν ὁ λέγων δεινὸς οὕτως ἔδοξεν, οὔτε ὁ ὄφις αὐτός. Τούτῳ οὖν ἑπόμενοι τῷ παραδείγματι καὶ τὰ ἄλλα προσστοχασόμεθα τὰ ὅμοια, οἷον ἀντὶ μὲν τοῦ πάντα ἂν ἔγραψεν ἔγραψεν ἄν, ἀντὶ δὲ τοῦ οὐ παρεγένετο παρεγένετο οὐχί.