Ancient Greek
Book 5
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.268
Not analysed yet
Καὶ ἐκ τῆς ἀναφορᾶς καλουμένης, ὡς τὸ ἐπὶ σαυτὸν καλεῖς, ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ τὴν δημοκρατίαν καλεῖς· τὸ δὲ σχῆμα τὸ εἰρημένον τοῦτο τριπλοῦν· καὶ γὰρ ἐπαναφορά ἐστιν, ὡς εἴρηται, διὰ τὸ τὴν αὐτὴν λέξιν ἐπαναφέρεσθαι ἐπὶ τὴν αὐτὴν ἀρχήν, καὶ ἀσύνδετον· δίχα γὰρ συνδέσμων λέλεκται, καὶ ὁμοιοτέλευτον διὰ τὴν ἀπόληξιν τοῦ καλεῖς πολλάκις. καὶ δεινότης ἤθροισται ἐκ τῶν τριῶν, εἰ δ’ εἴποι τις οὕτως, ἐπὶ σαυτὸν καὶ τοὺς νόμους καὶ τὴν δημοκρατίαν καλεῖς, ἅμα τοῖς σχήμασιν ἐξαιρήσει καὶ τὴν δεινότητα.