Ancient Greek
5.263 to 5.267
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.263-267
Not analysed yet
Ὡς δ’ ἂν καὶ ἐκ σχημάτων γίγνοιτο δεινότης, λέξομεν. ἐκ μὲν οὖν τῶν τῆς διανοίας σχημάτων, ἐκ μὲν τῆς παραλείψεως ὀνομαζομένης οὕτως· Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις τὰς ἐπὶ Θρᾴκης ἐῶ· ἐν γὰρ τούτοις καὶ εἴρηκεν πάντα, ὅσα ἐβούλετο, καὶ παραλιπεῖν αὐτά φησιν, ὡς δεινότερα εἰπεῖν ἔχων ἕτερα. Καὶ ἡ προειρημένη δ’ ἀποσιώπησις τοῦ αὐτοῦ ἤθους ἐχομένη δεινότερον ποιήσει τὸν λόγον. Παραλαμβάνοιτο δ’ ἂν σχῆμα διανοίας πρὸς δεινότητα ἡ προσωποποιΐα καλουμένη, οἷον δόξατε ὑμῖν τοὺς προγόνους ὀνειδίζειν καὶ λέγειν τάδε τινὰ ἢ τὴν Ἑλλάδα ἢ τὴν πατρίδα, λαβοῦσαν γυναικὸς σχῆμα. Ὥσπερ ἐν τῷ ἐπιταφίῳ Πλάτων τὸ ὦ παῖδες, ὅτι μέν ἐστε πατέρων ἀγαθῶν, καὶ οὐκ ἐκ τοῦ ἰδίου προσώπου λέγειν, ἀλλὰ ἐκ τοῦ τῶν πατέρων· πολὺ γὰρ ἐνεργέστερα καὶ δεινότερα φαίνεται ὑπὸ τῶν προσώπων, μᾶλλον δὲ δράματα ἀτεχνῶς γίνεται. Τὰ μὲν εἴδη τῆς διανοίας καὶ σχήματα λαμβάνοιτ̓ ἄν, ὡς εἴρηται· καὶ γὰρ τοσαῦτα τὰ εἰρημένα παραδείγματος ἕνεκα, τὰ δὲ τῆς λέξεως σχήματα ποικιλώτερον ἐκλέγοντά ἐστι δεινότερον ποιεῖν τὸν λόγον, ἔκ τε τῆς ἀναδιπλώσεως, ὡς Θῆβαι δέ, Θῆβαι, πόλις ἀστυγείτων, ἐκ μέσης τῆς Ἑλλάδος ἀνήρπασται· διλογηθὲν γὰρ τὸ ὄνομα δεινότητα ποιεῖ.