Ancient Greek
5.277 to 5.278
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.277-278
Not analysed yet
Τὸ δὲ ἐξαίρεσθαί πως λαμβανόμενον οὐ μέγεθος ποιεῖ μόνον, ἀλλὰ καὶ δεινότητα, ὡς τὸ οὐ λέγειν εἴσω τὴν χεῖρα ἔχοντα δεῖ, Αἰσχίνη, ἀλλὰ πρεσβεύειν εἴσω τὴν χεῖρα ἔχοντα. Καὶ τὸ ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος· οὐ γὰρ ὑπὲρ τοῦ μέγαν ποιῆσαι τὸν λόγον ἡ ἐπανάστασις, ἀλλ’ ὑπὲρ τοῦ δεινόν. γίνεται δὲ τοῦτο ἐπὰν μεταξὺ ἐξαρθέντες κατηγορῶμέν τινος· ὥσπερ γὰρ Αἰσχίνου κατηγορία, τὸ δὲ Φιλίππου ἐστίν.