Ancient Greek
Book 5
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.279
Not analysed yet
Δεινὸν δὲ καὶ τὸ ἐρωτῶντα τοὺς ἀκούοντας ἔνια λέγειν, καὶ μὴ ἀποφαινόμενον, ἀλλ’ ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν, πότερον ταῦτα ποιῶν ἠδίκει, καὶ ἔλυεν τὴν εἰρήνην, ἢ οὔ; καθάπερ γὰρ εἰς ἀπορίαν ἄγει τὸν ἀκούοντα ἐξελεγχομένῳ ἐοικότα καὶ μηδὲν ἀποκρίνασθαι ἔχοντι· εἰ δὲ ὧδε μεταβαλὼν ἔφη τις, ἠδίκει καὶ ἔλυε τὴν εἰρήνην, σαφῶς διδάσκοντι ἐῴκει καὶ οὐκ ἐλέγχοντι.