Ancient Greek
Book 5
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.289
Not analysed yet
Πολλάκις δὲ ἢ πρὸς τύραννον ἢ ἄλλως βίαιόν τινα διαλεγόμενοι καὶ ὀνειδίσαι ὁρμῶντες χρῄζομεν ἐξ ἀνάγκης σχήματος λόγου, ὡς Δημήτριος ὁ Φαληρεὺς πρὸς Κρατερὸν τὸν Μακεδόνα ἐπὶ χρυσῆς κλίνης καθεζόμενον μετέωρον, καὶ ἐν πορφυρᾷ χλανίδι, καὶ ὑπερηφάνως ἀποδεχόμενον τὰς πρεσβείας τῶν Ἑλλήνων, σχηματίσας εἶπεν ὀνειδιστικῶς, ὅτι ὑπεδεξάμεθά ποτε πρεσβεύοντας ἡμεῖς τούσδε καὶ Κρατερὸν τοῦτον· ἐν γὰρ τῷ δεικτικῷ τῷ τοῦτον ἐμφαίνεται ἡ ὑπερηφανία τοῦ Κρατεροῦ πᾶσα ὠνειδισμένη ἐν σχήματι.