Ancient Greek
5.290 to 5.291
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.290-291
Not analysed yet
Τοῦ αὐτοῦ εἴδους ἐστὶ καὶ τὸ Πλάτωνος πρὸς Διονύσιον ψευσάμενον καὶ ἀρνησάμενον, ὅτι ἐγώ σοι Πλάτων οὐδὲν ὡμολόγησα, σὺ μέντοι, νὴ τοὺς θεούς. καὶ γὰρ ἐλήλεγκται ἐψευσμένος, καὶ ἔχει τι ὁ λόγος σχῆμα μεγαλεῖον ἅμα καὶ ἀσφαλές. Πολλαχῆ μέντοι καὶ ἐπαμφοτερίζουσιν· οἷς ἐοικέναι εἴ τις ἐθέλοι καὶ ψόγους εἰκαιοψόγους εἶναι ,παράδειγμα τὸ τοῦ Αἰσχίνου ἐπὶ τοῦ Τηλαυγοῦς· πᾶσα γὰρ σχεδὸν ἡ περὶ τὸν Τηλαυγῆ διήγησις ἀπορίαν παρέχοι, εἴτε θαυμασμὸς εἴτε χλευασμός ἐστι. τὸ δὲ τοιοῦτον εἶδος ἀμφίβολον, καίτοι εἰρωνεία οὐκ ὂν ἔχει τινὰ ὅμως καὶ εἰρωνείας ἔμφασιν.