Ancient Greek
Book 5
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.293
Not analysed yet
Πολλὰ δὲ τοιαῦτα παρὰ τοῖς τυράννοις, οἷον Φίλιππος μὲν διὰ τὸ ἑτερόφθαλμος εἶναι ὠργίζετο, εἴ τις ὀνομάσειεν ἐπ’ αὐτοῦ Κύκλωπα ἢ ὀφθαλμὸν ὅλως· Ἑρμείας δ’ ὁ τοῦ Ἀταρνέως ἄρξας, καίτοι τἄλλα πρᾷος, ὡς λέγεται, οὐκ ἂν ἠνέσχετο ῥᾳδίως τινὸς μαχαίριον ὀνομάζοντος ἢ τομὴν ἢ ἐκτομὴν διὰ τὸ εὐνοῦχος εἶναι. ταῦτα δ’ εἴρηκα ἐμφῆναι βουλόμενος μάλιστα τὸ ἦθος τὸ δυναστευτικόν, ὡς μάλιστα χρῇζον λόγου ἀσφαλοῦς, ὃς καλεῖται ἐσχηματισμένος.