Ancient Greek
Book 5
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.292
Not analysed yet
Δύναιτο δ’ ἄν τις καὶ ἑτέρως σχηματίζειν, οἷον οὕτως· ἐπειδὴ ἀηδῶς ἀκούουσιν οἱ δυνάσται καὶ δυνάστιδες τὰ αὑτῶν ἁμαρτήματα, παραινοῦντες αὐτοῖς μὴ ἁμαρτάνειν οὐκ ἐξ εὐθείας ἐροῦμεν, ἀλλ’ ἤτοι ἑτέρους ψέξομέν τινας τὰ ὅμοια πεποιηκότας, οἷον πρὸς Διονύσιον τὸν τύραννον κατὰ Φαλάριδος τοῦ τυράννου ἐροῦμεν καὶ τῆς Φαλάριδος ἀποτομίας· ἢ ἐπαινεσόμεθά τινας Διονυσίῳ τὰ ἐναντία πεποιηκότας, οἷον Γέλωνα ἢ Ἱέρωνα, ὅτι πατράσιν ἐῴκεσαν τῆς Σικελίας καὶ διδασκάλοις· καὶ γὰρ νουθετεῖται ἀκούων ἅμα καὶ οὐ λοιδορεῖται καὶ ζηλοτυπεῖ τῷ Γέλωνι ἐπαινουμένῳ καὶ ἐπαίνου ὀρέγεται καὶ οὗτος.