Ancient Greek
Book 5
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.299
Not analysed yet
Ἡ δὲ λειότης ἡ περὶ τὴν σύνθεσιν, οἵᾳ κέχρηνται μάλιστα οἱ ἀπ’ Ἰσοκράτους, φυλαξάμενοι τὴν σύγκρουσιν τῶν φωνηέντων γραμμάτων, οὐ μάλα ἐπιτηδεία ἐστὶ δεινῷ λόγῳ· πολλὰ γὰρ ἐκ τῆς συμπλήξεως ἂν αὐτῆς γένοιτο δεινότερα, οἷον τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου, οὐ δι’ ἐμέ, οὐ γὰρ ἔγωγε ἐπολιτευόμην πω τότε. εἰ δὲ μεταβαλών τις καὶ συνάψας ὧδ’ εἴποι· τοῦ πολέμου γὰρ οὐ δι’ ἐμὲ τοῦ Φωκικοῦ συστάντος· οὐ γὰρ ἐπολιτευόμην ἔγωγέ πω τότε, οὐκ ὀλίγον διεξαιρήσει τῆς δεινότητος, ἐπεὶ πολλαχοῦ καὶ τὸ ἠχῶδες τῆς συγκρούσεως ἴσως ἔσται δεινότερον.