Ancient Greek
5.300 to 5.304
Demetrius of Phaleron, Περὶ ἑρμηνείας 5.300-304
Not analysed yet
Καὶ γὰρ τὸ ἀφρόντιστον αὐτὸ καὶ τὸ ὥσπερ αὐτοφυὲς δεινότητα παραστήσει τινά, μάλιστα ἐπὰν ὀργιζομένους ἐμφαίνωμεν αὑτοὺς ἢ ἠδικημένους. ἡ δὲ περὶ τὴν λειότητα καὶ ἁρμονίαν φροντὶς οὐκ ὀργιζομένου, ἀλλὰ παίζοντός ἐστι καὶ ἐπιδεικνυμένου μᾶλλον. Καὶ ὥσπερ τὸ διαλελυμένον σχῆμα δεινότητα ποιεῖ, ὡς προλέλεκται, οὕτω ποιήσει ἡ διαλελυμένη ὅλως σύνθεσις. σημεῖον δὲ καὶ τὸ Ἱππώνακτος. λοιδορῆσαι γὰρ βουλόμενος τοὺς ἐχθροὺς ἔθραυσεν τὸ μέτρον, καὶ ἐποίησεν χωλὸν ἀντὶ εὐθέος, καὶ ἄρυθμον, τουτέστι δεινότητι πρέπον καὶ λοιδορίᾳ· τὸ γὰρ ἔρρυθμον καὶ εὐήκοον ἐγκωμίοις ἂν πρέποι μᾶλλον ἢ ψόγοις. τοσαῦτα καὶ περὶ συγκρούσεως. Παράκειται δέ τις καὶ τῷ δεινῷ χαρακτῆρι, ὡς τὸ εἰκός, διημαρτημένος καὶ αὐτός, καλεῖται δὲ ἄχαρις. γίνεται δὲ ἐν τοῖς πράγμασιν, ἐπάν τις αἰσχρὰ καὶ δύσρητα ἀναφανδὸν λέγῃ, καθάπερ ὁ τῆς Τιμάνδρας κατηγορῶν ὡς πεπορνευκυίας τὴν λεκανίδα καὶ τοὺς ὀβολοὺς καὶ τὴν ψίαθον καὶ πολλήν τινα τοιαύτην δυσφημίαν κατήρασεν τοῦ δικαστηρίου. Ἡ σύνθεσις δὲ φαίνεται ἄχαρις, ἐὰν διεσπασμένῃ ἐμφερὴς ᾖ, καθάπερ ὁ εἰπών, οὑτωσὶ δ’ ἔχον τὸ καὶ τό, κτεῖναι. καὶ ἐπὰν τὰ κῶλα μηδεμίαν ἔχῃ πρὸς ἄλληλα σύνδεσιν, ἀλλ’ ὅμοια διερρηγμένοις. καὶ αἱ περίοδοι δὲ αἱ συνεχεῖς καὶ μακραὶ καὶ ἀποπνίγουσαι τοὺς λέγοντας οὐ μόνον κατακορές, ἀλλὰ καὶ ἀτερπές. Τῇ δὲ ὀνομασίᾳ πολλάκις χαρίεντα πράγματα ὄντα ἀτερπέστερα φαίνεται, καθάπερ ὁ Κλείταρχος περὶ τῆς τενθρηδόνος λέγων, ζώου μελίσσῃ ἐοικότος· κατανέμεται μέν, φησί, τὴν ὀρεινήν, εἰσίπταται δὲ εἰς τὰς κοίλας δρῦς. ὥσπερ περὶ βοὸς ἀγρίου ἢ τοῦ Ἐρυμανθίου κάπρου λέγων, ἀλλ’ οὐχὶ περὶ μελίσσης τινός, ὥστε καὶ ἄχαριν τὸν λόγον ἅμα καὶ ψυχρὸν γενέσθαι. παράκειται δέ πως ἀλλήλοις ταῦτα ἀμφότερα.