Ancient Greek · ~2 min
Dfhg-Source dfhg4_DEMETRIUS_SALAMINIUS
DEMETRIUS SALAMINIUS, Fragmenta 4
Not analysed yet
Δημήτριος δ ̓ ἐν τῷ Περὶ τῶν κατ ̓ Αἴγυπτον περὶ Ἄβυδον πόλιν τὰς ἀκάνθας ταύτας εἶναί φησι, γράφων οὕτως· «Ἔχει δὲ καὶ ὁ κάτω τόπος καὶ ἄκανθάν τινα δένδρον, ὃ τὸν καρπὸν φέρει στρογγύλον ἐπί τινων κλωνίων περιφερῶν. Ἀνθεῖ δ ̓ οὗτος, ὅταν ὤρα ᾖ, καὶ ἔστι τῷ χρώματι τὸ ἄνθος καλλιφεγγές. Λέγεται δέ τις μῦθος ὑπὸ τῶν Αἰγυπτίων, ὅτι οἱ Αἰθίοπες, στελλόμενοι εἰς Τροίαν ὑπὸ τοῦ Τιθωνοῦ, ἐπεὶ ἤκουσαν τὸν Μέμνονα τετελευτηκέναι, ἐν τούτῳ τῷ τόπῳ τοὺς στεφάνους ἀνέβαλον ἐπὶ τὰς ἀκάνθας. Ἔστι δὲ παραπλήσια τὰ κλώνια στεφάνοις, ἀφ ̓ ὧν τὸ ἄνθος φύεται.»