Ancient Greek
106.3
Demetrius, demetrius_de_eloc_roberts 106.3
Unproofread scanNot analysed yet
30 Διαφέρει δὲ ἐνθύμημα περιόδου τῇδε, ὅτι ἡ μὲν περίοδος σύνθεσις τίς ἐστι περιηγμένη, ἀφ᾿ ἧς καὶ ὠνόμασται, τὸ δὲ ἐνθύμημα ἐν τῷ διανοήματι ἔχει τὴν δύναμιν καὶ σύστασιν· καὶ ἐστὶν ἡ μὲν περίοδος κύκλος τοῦ ἐνθυμήματος, ὥσπερ καὶ τῶν ἄλλων πραγμάτων, τὸ δ᾿ ἐνθύμημα διάνοιά τις ἤτοι ἐκ μάχης λεγομένη ἢ ἐν ἀκολουθίας σχήματι.