Ancient Greek
118.2 to 118.5
Demetrius, demetrius_de_eloc_roberts 118.2-5
Unproofread scanNot analysed yet
χεῖν διὰ τῶν ὤτων· πολὺ γὰρ τὸ δεύτερον ἐναργέστερον τοῦ προτέρου. καὶ πάλιν προϊὼν φησιν, ὅταν δὲ καταχέων μὴ ἀνῇ, ἀλλὰ κηλῇ, τὸ δὴ μετὰ τοῦτο ἤδη τήκει καὶ λείβει. τὸ γὰρ ‘λείβει’ τοῦ ‘τήκει’ ἐμφατικώτερον καὶ 5 ἐγγυτέρω ποιήματος. εἰ δὲ προεξήνεγκεν αὐτό, ἀσθενέστερον ἂν τὸ ‘τήκει’ ἐπιφερόμενον ἐφάνη. 52 Καὶ Ὅμηρος δὲ ἐπὶ τοῦ Κύκλωπος ἀεὶ ἐπαύξει τὴν ὑπερβολήν, καὶ ἐπανιόντι ἐπ’ αὐτῆς ἔοικεν, οἷον οὐ γὰρ ἔφκει 10 ἀνδρὶ γε σιτοφάγῳ, ἀλλὰ ρίφ’ ἰλύεντι, καὶ προσέτι ὑψηλοῦ ὄρους καὶ ὑπερφαινομένου τῶν ἄλλων ὄρων. ἀεὶ γὰρ καίτοι μεγάλα ὄντα τὰ πρότερον ἥττονα φαίνεται, μειζόνων αὐτοῖς τῶν μετὰ ταῦτα ἐπιφερομένων.