Ancient Greek
122.4
Demetrius, demetrius_de_eloc_roberts 122.4
Unproofread scanNot analysed yet
61 Τὸν δὴ Νιρέα, αὐτὸν τε ὄντα μικρὸν καὶ τὰ πράγματα αὐτοῦ μικρότερα, τρεῖς ναῦς καὶ ὀλίγους ἄνδρας, μέγαν καὶ μεγάλα ἐποίησεν καὶ πολλὰ ἀντ’ ὀλίγων, τῷ σχήματι διπλῷ καὶ μικτῷ χρησάμενος ἐξ ἐπαναφορᾶς τε καὶ διαλύσεως. ‘Νιρεὺς γάρ,’ φησί, ‘τρεῖς νῆας ἤγεν, Νιρεὺς Ἀγλαΐης υἱός, Νιρεὺς, ὃς κάλλιστος ἀνήρ·’ ἢ τε γὰρ ἐπαναφορὰ τῆς λέξεως ἐπὶ τὸ αὐτὸ ὄνομα τὸν Νιρέα, καὶ ἡ διάλυσις, πλήθος τι ἐμφαίνει πραγμάτων, καίτοι δύο ἢ τριῶν ὄντων.